Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.15 Dem. 36.19 (English) >>Dem. 36.22

36.17ἀκούετε τῆς γνώσεως, ἄνδρες δικασταί, ἣν ἔγνω Δεινίας, οὗ τὴν θυγατέρʼ οὗτος ἔχει, καὶ Νικίας τὴν ἀδελφὴν τῆς τούτου γυναικὸς ἔχων. ταῦτα τοίνυν λαβὼν καὶ ἀφεὶς ἁπάντων τῶν ἐγκλημάτων, ὥσπερ πάντων τεθνεώτων τούτων τῆς ἀληθείας οὐ γενησομένης φανερᾶς, δίκην τοσούτων ταλάντων λαχὼν τολμᾷ δικάζεσθαι.

36.18τὰ μὲν οὖν πεπραγμένα καὶ γεγενημένα Φορμίωνι πρὸς Ἀπολλόδωρον ἐξ ἀρχῆς ἅπαντʼ ἀκηκόατʼ, ἄνδρες Ἀθηναῖοι. οἶμαι δʼ Ἀπολλόδωρον τουτονί, οὐδὲν ἔχοντα δίκαιον εἰπεῖν περὶ ὧν ἐγκαλεῖ, ἅπερ παρὰ τῷ διαιτητῇ λέγειν ἐτόλμα, ταῦτʼ ἐρεῖν, ὡς τὰ γράμμαθʼ μήτηρ ἠφάνικε πεισθεῖσʼ ὑπὸ τούτου, καὶ τούτων ἀπολωλότων οὐκ ἔχει τίνα χρὴ τρόπον ταῦτʼ ἐξελέγχειν ἀκριβῶς. 36.19περὶ δὴ τούτων καὶ ταύτης τῆς αἰτίας σκέψασθʼ ἡλίκʼ ἄν τις ἔχοι τεκμήριʼ εἰπεῖν ὅτι ψεύδεται. πρῶτον μὲν γάρ, ἄνδρες Ἀθηναῖοι, τίς ἂν ἐνείματο τὰ πατρῷα μὴ λαβὼν γράμματα, ἐξ ὧν ἔμελλεν εἴσεσθαι τὴν καταλειφθεῖσαν οὐσίαν; οὐδὲ εἷς δήπου. καίτοι δυοῖν δέοντʼ εἴκοσιν ἔτη ἐστὶν ἐξ ὅτου ἐνείμω, καὶ οὐκ ἂν ἔχοις ἐπιδεῖξαι, ὡς ἐνεκάλεσας πώποθʼ ὑπὲρ τῶν γραμμάτων. 36.20δεύτερον δέ, τίς οὐκ ἄν, ἡνίχʼ Πασικλῆς ἀνὴρ γεγονὼς ἐκομίζετο τὸν λόγον τῆς ἐπιτροπῆς, εἰ διʼ αὑτοῦ τὰ γράμματʼ ὤκνει τὴν μητέρʼ αἰτιᾶσθαι διεφθαρκέναι, τούτῳ ταῦτʼ ἐδήλωσεν, ὅπως διὰ τούτου ταῦτʼ ἠλέγχθη; τρίτον δʼ, ἐκ ποίων γραμμάτων τὰς δίκας ἐλάγχανες; οὗτος γὰρ πολλοῖς τῶν πολιτῶν δίκας λαγχάνων πολλὰ χρήματʼ εἰσπέπρακται, γράφων εἰς τὰ ἐγκλήματαἔβλαψέ με δεῖνα οὐκ ἀποδιδοὺς ἐμοὶ τὸ ἀργύριον, κατέλιπεν πατὴρ ὀφείλοντα αὐτὸν ἐν τοῖς γράμμασιν.”



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 36.15 Dem. 36.19 (English) >>Dem. 36.22

Powered by PhiloLogic